Сочинения. Том 2. Гален Клавдий. Читать онлайн. Newlib. NEWLIB.NET

Автор: Гален Клавдий
Издательство: Автор
Серия:
Жанр произведения:
Год издания: 2023
isbn:
Скачать книгу
εἶδος δὲ ὀλέθρια λέγεται. λαµβάνεται δὲ, καθόλου µὲν εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν ἀρετῆς τε καὶ κακίας, κατὰ µέρος δὲ ἐκ τῶν κατὰ µέρος ἐνεργειῶν, ὧν τὰ γένη πρόσθεν εἴρηται, πρῶτον µὲν τὸ τῶν ἀρχῶν, δεύτερον δὲ τὸ τῶν ἀπ’ ἐκείνων πεφυκότων, καὶ τρίτον τὸ τῶν ἰδίαν µὲν ἐχόντων διοίκησιν, ἀπὸ δὲ τῶν ἀρχῶν ἀποφύσεις τινὰς δεχοµένων. τὸ γὰρ δὴ τέταρτον γένος τῶν τότε ῥηθέντων, ἐξ ἑαυτοῦ µὲν ἄχρηστον εἰς τὰς προγνώσεις, κατὰ συµβεβηκὸς δὲ, κᾀκ τούτων ἔσται ποτε πρόγνωσις, ὥσπερ γε κᾀκ τῶν περιττωµάτων διὰ παντός. ἐκ τούτων µὲν λόγῳ συµπαθείας, ἐκ δὲ τῶν περιττωµάτων, ὅτι πέψεως καὶ ἀπεψίας ἐν αὐτοῖς ἐστι σηµεῖα. ὥστε οὐκ ἐνδέχεται µὴ δηλοῦν αὐτὰ διὰ παντὸς, ἤτοι τὴν φύσιν ἐπικρατεῖν τῆς ὕλης, ἢ τὴν ὕλην τῆς φύσεως, ἢ οὐδέτερον οὐδετέρου. ὑγιεινὰ µὲν οὖν σηµεῖα λεχθήσεται, κρατούσης τῆς φύσεως, νοσώδη δὲ, κρατουµένης, οὐδέτερα δὲ τὰ ἐν ταῖς ἰσοσθενέσι µάχαις. τὰ µὲν δὴ τῆς ἐναργοῦς πέψεως σηµεῖα τῶν ὑγιεινῶν ἐστι, καθάπερ καὶ τὰ τῆς ἀπεψίας νοσερὰ, τὰ δὲ οὔτε πέψιν, οὔτε ἀπεψίαν ἐναργῶς ἐνδεικνύµενα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. οὐδέτερα δὲ καὶ ὅσα νῦν µὲν τοῦτο, νῦν δὲ τοὐναντίον δηλοῖ, καθάπερ οἱ µελαινόµενοι δάκτυλοι. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ κριτικὰ συµπτώµατα. λέλεκται δὲ ὑπὲρ ἁπάντων αὐτῶν ἐν τοῖς περὶ κρίσεως, ὥσπερ καὶ περὶ τῶν καθ’ ἑκάστην ἐνέργειαν ἐν τοῖς περὶ συµπτωµάτων αἰτίοις. ἐκ τούτων οὖν χρὴ τὴν κατὰ µέρος ἅπασαν αὐτῶν ὕλην ἀναλέγεσθαι. ἐγὼ δὲ µήκους φειδόµενος ἐνταυθοῖ µὲν ἤδη καταπαύσω τὸν περὶ τῶν σηµείων λόγον, µεταβήσοµαι δὲ ἐπὶ τὸν περὶ τῶν αἰτίων.

      26. ᾿Επεὶ δὲ καὶ τούτων ἐστὶ τὰ µὲν ὑγιεινὰ, τὰ δὲ νοσερὰ, τὰ δὲ οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ µὲν ἦν φυλακτικὰ, τὰ δὲ ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώµατι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώµατος, ἀλλὰ πλειόνων, ὡς ἔµπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώµατος ποιητέον, ἐπισκεπτοµένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγµατος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ µὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶµα, διὰ παντὸς ἂν ἔµενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, µὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρηµένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον ἀπαντῆσαι