22. ῞Οσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώµατα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς µὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ µεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν µεγέθει, καὶ χροιᾷ, καὶ σχήµατι, καὶ ἀριθµῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ µαλακότητα, καὶ θερµότητα, καὶ ψυχρότητα διαφορᾷ· µὴ φαινόµενα δὲ, καθόλου µὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινοµένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ µέρος δὲ, τὰς µὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινοµένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλµῶν τῶν κατ’ αὐτὴν, ἔτι τε τῶν κατ’ αὐτὴν σφυγµῶν
Автор: | Гален Клавдий |
Издательство: | Автор |
Серия: | |
Жанр произведения: | |
Год издания: | 2023 |
isbn: |
καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάµην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτοµένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάµην ἐγκειµένην τε καὶ σµικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραµµένος ἐναργῶς. οὐ µὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε µοί ποτε. πειρᾶσθαι µέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ µὴ κατ’ ἐπιστήµην βεβαίαν, ἀλλ’ οὖν κατὰ στοχασµόν τινα τεχνικὸν, οἷον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς µὲν φλέβας ἔχοντας, ἄχρουν δὲ τὸ σύµπαν σῶµα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ µᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς µὲν ὥσπερ τινὸς βάρους ἐγκειµένου καὶ κρεµαµένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανοµένους ἐν βάθει, τοὺς δὲ µετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ µικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάµην φλεγµατικὸν µὲν ὅλην τὴν ἕξιν, ἐµοῦντα δὲ ἑκάστης ἡµέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήµατα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκµηράµην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ µικρὰν ἑαυτοῦ µοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέµπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει µεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατοµῆς φαινοµένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλµένων σωµάτων, ἐν ταῖς ἀνατοµαῖς αὑτὸν γυµναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδία καθ’ ἑτέρας πραγµατείας, ὑπὲρ ὧν ἐπὶ τε λευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλοµαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι µαθεῖν, ἐκ ποίας µάλιστα πραγµατείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ µὲν τούτων ἅλις.