Сочинения. Том 2. Гален Клавдий. Читать онлайн. Newlib. NEWLIB.NET

Автор: Гален Клавдий
Издательство: Автор
Серия:
Жанр произведения:
Год издания: 2023
isbn:
Скачать книгу
καὶ λευκοῦ συµµιγής· αἱ τρίχες δὲ ξανθαὶ µετρίως καὶ οὖλαι τὰ πολλά· συµµετρία δὲ σαρκώσεως ἐν ποσότητι καὶ ποιότητι. µέσον γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶµα πασῶν τῶν ὑπερβολῶν, ὡς ἂν καὶ νοουµένων τε καὶ λεγοµένων πρὸς αὐτό. καὶ γὰρ τὸ παχὺ σῶµα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ πιµελῶδες, καὶ σκληρὸν, καὶ µαλακὸν, καὶ λάσιον, καὶ ψιλόν. οὐδὲν οὖν τούτων ἐστὶ τὸ σύµµετρον, ἀλλ’ οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συµµετρίας ἁπάσης, ὡς ψαυόντων µὲν µήτε µαλακὸν φαίνεσθαι, µήτε σκληρὸν, µήτε θερµὸν, µήτε ψυχρὸν, ὁρώντων δὲ µήτε λάσιον, µήτε ψιλὸν, µήτε παχὺ, µήτε ἰσχνὸν, ἤ τινα ἑτέραν ἔχον ἀµετρίαν. Οσα δὲ τοῦ συµµέτρου θερµότερα µέν ἐστιν, οὐ µὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται µὲν δήπου καὶ ἁπτοµένοις θερµότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερµότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερµότερα, καὶ πιµελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ µελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σηµεῖα τὸ ἄτριχον, τὸ πιµελῶδες, τὸ ψυχρὸν ἁπτοµένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅµα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἐστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους µολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ’ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ µὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ µαλακωτέρα.

      17. Καὶ µὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόµεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισµάτων ἰδέαν. ἡ µὲν γὰρ θερµοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερµοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίµελός ἐστι, καὶ ἰσχνὴ, καὶ µελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερµότητος, καὶ µελάγχρους. ἡ θερµοτέρα καὶ ὑγροτέρα κρᾶσις µαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερµοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀµφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίµως ἁλίσκεται νοσήµασιν, ὅτι καὶ κακόχυµος ἑτοίµως γίγνεται. εἰ δ’ ὀλίγῳ µὲν ὑγροτέρα εἴη, παµπόλλῳ δὲ θερµοτέρα, καὶ µαλακώτεροι µὲν ὀλίγῳ τῶν συµµέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ µὲν δὴ καὶ ἁπτοµένοις οὐκ ὀλίγῳ θερµότεροι. µέλαιναι δ’ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίµελος. εἰ δ’ ὀλίγῳ µὲν εἴη θερµοτέρα, παµπόλλῳ δὲ ὑγροτέρα, µαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶµα συµµιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερµότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσµατα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον µὲν ἀµφοῖν ηὐξηµένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ,