32. ἐξευρόντες οὖν κᾀνταῦθα
Автор: | Гален Клавдий |
Издательство: | Автор |
Серия: | |
Жанр произведения: | |
Год издания: | 2023 |
isbn: |
ἤδη γεγενηµένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινοµένης, ὥσπερ γε καὶ τῆς γενησοµένης ἄλλα. ταύτης µέν γε τῆς ὑστάτης τὰ µὲν ἐν τῷ προφυλακτικῷ µέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ µόνῳ· τῆς δ’ ἀµφοῖν µέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν µὲν γὰρ ἤδη γεγενηµένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω µὲν οὖσαν, ἐσοµένην δὲ, ἐκ τῆς κατὰ τὸ σῶµα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινοµένης δὲ, τὸ µὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόµεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνοµάζεται δὲ ἡ τοιαύτη διάθεσις αἰτία προηγουµένη. ἡ γεγονυῖα δὲ νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἧς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαµὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα µὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ µέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δηµιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ µέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ µὲν οὖν θερµῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερµὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄµετρον µὲν ἅπαν τὸ παρὰ φύσιν, σύµµετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄµετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐµµέτρου πρὸς τὸ σύµµετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναµιν, οὐ τὸ κατὰ φαντασίαν θερµαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναµιν µὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ µὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόµενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως εἴρηται πραγµατείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα µὲν ὡς πρὸς τὴν ἤδη γεγενηµένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ µεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναµιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινοµένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσηµάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυµοῖς σηποµένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις µὲν ἡ παύουσα τὴν σηπεδόνα, µενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώµατος ἐξάγουσα τὴν αἰτίαν. ἀλλὰ τὸ µὲν εἰρηµένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιµεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτοµίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρµα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ µετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταµήνια κινῆσαι καὶ αἱµοῤῥοΐδας ἀναστοµῶσαι, καὶ διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι.