18. Γαστρὸς γνωρίσµατα, τῆς µὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσµασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ µήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσµασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερµοτέρα φύσει γαστὴρ πέττει µὲν ἄµεινον, ἢ ὀρέγεται, καὶ πολὺ µᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερµοῖς ἐδέσµασί τε καὶ πόµασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔµµετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι µὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ µάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσµάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίµως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγµιώδης ἐστὶν ἡ τοιαύτη γαστὴρ, καὶ χαίρει µὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀµετρότερον χρησαµένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁµιλίαν, ὥσπερ οὐδ’ ἡ θερµὴ τῶν θερµῶν. αἱ µέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐµφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυµοῦσιν, οὐ τῶν ὁµοίων, ὥσπερ αἱ σύµφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρηµένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησοµένων. οὐ µόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερµοῦ πόµατος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύµων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερµότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε µακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύµατος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ µὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόµα ἵστησιν αὐτῶν µᾶλλον τὴν δίψαν, ἤπερ τὸ πολὺ θερµόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόµενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται.
19. Καὶ µέγιστόν ἐστι τοῦτο γνώρισµα τῆς ἐν πνεύµονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερµὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγµατικὰ περιττώµατα χρεµπτόµενοι ἅµα καὶ µετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύµονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγµατι, καὶ λαµπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαµπῆ µὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώµατα, µεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι