30. Τὰ δὲ τῶν ὀργανικῶν µορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλµα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα µὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλµάτων, ἄλλα δὲ τῶν παρὰ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν. ἐν µὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλµατα. καὶ γὰρ καὶ τὸ σχῆµα τοῦ µορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόµιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συµµετρίας, ἐπ’ ὀλίγον µὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωµάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθµῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν ὁµοιοµερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡµῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν µερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη µὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶµα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα µὲν οὖν ἡµάρτηται µόρια κατὰ τὸ σχῆµα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ µὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται·
Автор: | Гален Клавдий |
Издательство: | Автор |
Серия: | |
Жанр произведения: | |
Год издания: | 2023 |
isbn: |
ἐν µέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι µὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ µετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνοµάζοµεν; ἔπρεπε γὰρ αὐτὸ µᾶλλον ἴσως ἀλλοιω-τικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συµφύτων ἁµαρτηµάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα µὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαµεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν µὲν οὖν ὁµοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώµατος µέρεσιν ὁµοία καὶ ἡ ἐπιµέλεια· τῶν δ’ οὐχ ὁµοίων οὐχ ὁµοία. δύναται γὰρ ἡ µὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερµοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον µορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερµότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συµµέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτηµάτων. οὔτ’ οὖν ἐξ ἴσου γυµνάσοµεν ἅπαντα τῶν τοιούτων τὰ µόρια τοῦ σώµατος, οὔθ’ ὡσαύτως ὑγρανοῦµεν καὶ ξηρανοῦµεν, ἤ τι τῶν ἄλλων πράξοµεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγµατείᾳ.