28. ᾿Επεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡµῖν προκείµενόν ἐστι γένος, αὖθις ἀναλάβωµεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώµατος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρµόσει συµµετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφεροµένων τε καὶ ἐκκρινοµένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συµµετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συµµετρίας, ἐπὶ µὲν τοῦ περιέχοντος, ὡς µήτε φρίττειν διὰ κρύος, µήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυµνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶµα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσµασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συµµετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει, ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφεροµένων µετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ µετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν µηκέτι δέηται τὸ σῶµα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωµένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πληµµελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶµα. τὰς µὲν γὰρ ἡ συµµετρία τῶν προσφεροµένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶµα διαπνοὴν ἡ τῶν γυµνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀµετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυµοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶµα τῆς κατὰ φύσιν συστάσεως. ᾿Αφροδισίων δὲ κατὰ µὲν ᾿Επίκουρον οὐδεµία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειµµάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι µήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς µέσον ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶµα, µήθ’ ὑπερπεπληρωµένον, µήτ’ ἐνδεὲς, µηθ’ ὑπερεψυγµένον, µήθ’ ὑπερτεθερµασµένον, ἢ ἐξηρασµένον, ἢ ὑγρασµένον ἀµέτρως. εἰ δὲ καὶ διαµαρτάνοιέν ποτε κατά τι, σµικρὸν µὲν ἔσται τὸ διαµαρτανόµενον.
Автор: | Гален Клавдий |
Издательство: | Автор |
Серия: | |
Жанр произведения: | |
Год издания: | 2023 |
isbn: |
καὶ δύο εἰσὶν οὗτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφεροµένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρηµένοις περιεχόµενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶµα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφεροµένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐµετάβλητον εἶναι τὸ θνητὸν σῶµα, καὶ δεῖσθαι κατὰ τὰς µεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούν των. ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρηµένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώµεθα διὰ τὴν εἰρηµένην αἰτίαν.