Сочинения. Том 2. Гален Клавдий. Читать онлайн. Newlib. NEWLIB.NET

Автор: Гален Клавдий
Издательство: Автор
Серия:
Жанр произведения:
Год издания: 2023
isbn:
Скачать книгу
τὸ αἷµα, καὶ διὰ τοῦτο καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγµα πλεῖον, αἷµα ψυχρότερον, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ψυχροτέρα, εἰ µή τι πρὸς τῆς καρδίας θερµαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ µὲν αἷµα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύµπασα τοῦ σώµατος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ µὲν αἷµα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ µαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα, πλὴν εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερµοτέρου δὲ ἅµα καὶ ξηροτέρου ἥπατος γνωρίσµατα, λασιώτατον ὑποχόνδριον, αἷµα παχύτερόν τε ἅµα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκµὴν καὶ ἡ µέλαινα, φλεβῶν εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύµπαν σῶµα. θερµότης µὲν γὰρ ἡ ἐκ καρδίας ὁρµωµένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρµωµένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερµότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενοµένης ἀχθῆναι. µεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρηµένων. µᾶλλον µὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερµότητος, ἔτι δὲ µᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρµωµένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράµωσιν αἱ τῶν ἀρχῶν ἀµφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶµα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσµατα. τὸ δὲ ὑγρότερον ἅµα καὶ θερµότερον ἧπαρ ἧττον µὲν τοῦ θερµοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷµα, καὶ φλέβας µεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερµοτέραν, εἰ µὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀµφοτέραις ταῖς ποιότησιν ἐκ τραπείη τοῦ κατὰ φύσιν, ἑτοίµως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύµοις νοσήµασιν· ἔτι µᾶλλον, εἰ ἐπὶ πλεῖστον µὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερµόν. εἰ δ’ ἔµπαλιν ἐπ’ ὀλίγον µὲν αὐξη-θείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερµὸν, ἥκιστα κακόχυµοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον µὲν ἔχει τὸ ὑποχόνδριον, αἷµα δ’ ἐργάζεται φλεγµατικώτερον ἅµα φλεβῶν στενότητι, καὶ τὸ σύµπαν σῶµα παραπλησίως ἔχον, εἰ µὴ πρὸς τῆς καρδίας ἐς τἀναντία µετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιµόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶµα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν, εἰ µὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία.

      15. Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερµὴ µὲν ἀφροδισιαστική τέ ἐστι, καὶ ἀῤῥενόγονος, καὶ γόνιµος, καὶ ταχέως δασύνει τὰ γεννητικὰ µόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ, ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ µὲν ὑγρὰ πολύσπερµός τέ ἐστι καὶ ὑγρόσπερµος, ἡ ξηρὰ δὲ ὀλιγόσπερµός