Сочинения. Том 2. Гален Клавдий. Читать онлайн. Newlib. NEWLIB.NET

Автор: Гален Клавдий
Издательство: Автор
Серия:
Жанр произведения:
Год издания: 2023
isbn:
Скачать книгу
καὶ διὰ τοῦτ’ ἐσφηνῶσθαι δυσλύτως. δύναται δὲ καὶ µὴ τοιοῦτον ὂν εἰς τὰς µεταξὺ χώρας ἐκκεχύσθαι. τότ’ οὖν ἥκειν ἤδη καιρὸς ἐπὶ τὸ κενοῦν αὐτὸ διὰ τοῦ πεπονθότος, ἐπιθέντα τοῖς ὑπερκειµένοις ἀποκρουστικὰς τῶν ἐπιῤῥεόντων δυνάµεις. ἐκκενώσεις δὲ µάλιστα, εἰ κατὰ τὰς µεταξὺ χώρας τεκµαίροιο περιέχεσθαί τι δι’ ἀµυχῶν τε ἅµα καὶ διὰ φαρµάκων διαφορητικῶν. ἀλλ’ ἐπεὶ τὰ διαφοροῦντα πάντα θερµὰ ταῖς δυνάµεσιν ὑπάρχει, τῆς δ’ αὐτῆς ἐστι κράσεως ἔργον τὸ δάκνειν, ὅταν ἀµετρότερον ᾖ θερµὰ, φυλακτέον ἐν αὐτοῖς τὰ πάνυ θερµὰ, καὶ µάλιστα ἢν ἐπιπολῆς ᾖ τὸ πεπονθός. ὀδυνήσεται γὰρ οὐ σµικρῶς, ἢν ἅµα τε πεπόνθῃ καὶ δάκνηται, ὀδύνη τε πᾶσα παροξύνει τὰ ῥεύµατα. τὸ µετρίως οὖν θερµὸν ἐπὶ τούτων ἀνώδυνον, ἔτι δὲ µᾶλλον, ἐὰν ὑγρὸν ὑπάρχῃ. καὶ µέντοι καὶ ἱκανόν ἐστιν διαφορῆσαι τὸ ἐπιπολῆς, εἰ καὶ µὴ σφοδρὸν εἴη τὸ διαφο-ρητικὸν φάρµακον. εἰ δὲ τὰ µὲν ἐπιπολῆς ἀπαθῆ παντάπασιν ὑπάρχει, διὰ βάθους δ’ εἴη τὸ κενώσεως δεόµενον, ἐπιτεῖναί τε καὶ αὐξῆσαι δεῖ τοῦ διαφορητικοῦ φαρµάκου τὴν θερµασίαν. κινδυνεύσει γὰρ ἐκλυθῆναι, πρὶν εἰς τὸ βάθος ἐξικέσθαι, οὐ µὴν οὐδ’ ἀνιάσει τι τὰ ἐπιπολῆς, ὧν ψαύσει, διότι µὴ πέπονθεν. ὥστε καὶ νῦν ἐς ταὐτὸν ἄµφω συµβαίνει πρὸς τὴν τῶν θερµοτέρων τε ἅµα καὶ δριµυτέρων φαρµάκων χρῆσιν, τά τ’ ἐπιπολῆς ἀνεχόµενα, καὶ τὰ διὰ βάθους δεόµενα. ταύτην µὲν οὖν τὴν ἔνδειξιν ἐκ τοῦ µορίου τῆς θέσεως ἐλάβοµεν.

      39. ἑξῆς δὲ σκο πῶµεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γὰρ λείπειν οὐ µικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ ῥεύµατος, ἔνια µὲν ἀραιὰ καὶ χαῦνα καὶ µαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιληµένα καὶ σκληρά. τὰ µὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριµυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτοµερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ µᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅµα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρηµένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωµένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιµον ἐδέσµασί τε καὶ πόµασι λεπτυντικοῖς τὸ πάχος µὲν πρῶτον ἅµα τῇ γλισχρότητι λεπτοµερὲς ἐργάζεσθαι· δεύτερον δὲ, µὴ διὰ τῶν ἀοράτων καὶ στενῶν µόνον, ἀλλὰ καὶ δι’ εὐρειῶν ὁδῶν ἐκκενῶσαι τὸ λυποῦν; εὐρύτεραι γάρ εἰσι κατὰ τὸ ἧπαρ αἱ φλέβες, ὥσπερ καὶ πλεῖσται· τελευτῶσι δ’ αἱ µὲν ἐν τοῖς κυρτοῖς εἰς τὴν κοίλην, αἱ δ’ ἐν τοῖς σιµοῖς ἐπὶ πύλας. ὥστ’ ἤδη σοι ῥᾷστον, ἐν ὁποτέραις ἂν ὦσιν αἱ σφηνώσεις, ἐκκενοῦν ἑτοί µως αὐτὰς, ἕλκοντα µὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν τε καὶ ἀναστοµωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ τὰς ἐν τοῖς σιµοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ τῆς κοίλης