Сочинения. Том 2. Гален Клавдий. Читать онлайн. Newlib. NEWLIB.NET

Автор: Гален Клавдий
Издательство: Автор
Серия:
Жанр произведения:
Год издания: 2023
isbn:
Скачать книгу
τῶν κεφαλαίων, ὧν ἐν ἑτέραις πραγµα-τείαις ἐποιησάµεθα τὴν διέξοδον, ἃς προσγράψας, ὁπόσαι τέ εἰσι καὶ ποῖαι, καταπαύσω τὸν λόγον ἐνταῦθα. [κατάλογος.] εἴρηται µὲν οὖν καὶ πρόσθεν, ὡς ἔστιν ἓν ἄλλο βιβλίον, ἐν ᾧ περὶ συστάσεως τῆς ἰατρικῆς τέχνης διερχόµεθα. προηγεῖται δ’ αὐτοῦ τὰ πρότερα δύο περὶ τεχνῶν συστάσεως. ἀλλὰ ταῦτα µὲν ἅµα τῷ νῦν περανθέντι χωρὶς τῶν κατὰ διέξοδόν ἐστι πραγµατειῶν· ἐκεῖναι δὲ τήνδε τὴν τάξιν ἔχουσι. περὶ µὲν οὖν τῶν καθ’ ῾Ιπποκράτην στοιχείων ἓν βιβλίον ἐστίν. ἑξῆς δ’ αὐτῷ τρία περὶ κράσεων. ὧν τὰ µὲν δύο περὶ τῶν ἐν τοῖς ζώοις ἐστὶ κράσεων, τὸ τρίτον δὲ ὑπὲρ τῶν ἐν τοῖς φαρµάκοις. διὸ καὶ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρµάκων δυνάµεως πραγµατείαν οὐχ οἷόν τε κατανοῆσαι καλῶς ἄνευ τοῦ τὸ τρίτον ἀκριβῶς ἀναγνῶναι περὶ κράσεων. ἔστι δὲ καὶ ἄλλο βιβλίον µικρὸν, ἑπόµενον τοῖς πρώτοις δύο περὶ κράσεων, τὸ περὶ τῆς ἀνωµάλου δυσκρασίας ἐπιγραφόµενον· ὁµοίως δ’ αὐτῷ καὶ ἄλλα δύο µικρὰ, τὸ µὲν περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώµατος, τὸ δὲ περὶ εὐεξίας. τρίβιβλος δ’ ἄλλη πραγµατεία ἡ περὶ φυσικῶν δυνάµεών ἐστιν· ἣν εἴτε µετὰ τὰ δύο περὶ κράσεων, εἴτε µετὰ τὸ περὶ στοιχείων ἀναγινώσκειν τις ἐθέλοι, δύναιτ’ ἂν ἔσεσθαι. µετὰ δὲ ταύτην ἐν πλείοσι πραγµατείαις ὑπὲρ τῶν ψυχικῶν ἐνεργειῶν διέξιµεν. ἐπεὶ δὲ εἰς τὰς ἀποδείξεις αὐτῶν οὐ σµικρὸν ὄφελός ἐστι τὰ διὰ τῶν ἀνατοµῶν φαινόµενα, πρώταις ἐκείναις ἐγγυµνάσασθαι προσήκει. ἔστι δὲ χρησιµωτάτη µὲν αὐτῶν ἡ τῶν ἀνατοµικῶν ἐγχειρήσεων. ἄλλαι δέ τινες ἐπ’ αὐταῖς πλείους, ἐν δυοῖν µὲν περὶ ἀνατοµικῆς διαφωνίας, ἐν ἑνὶ δὲ περὶ τῆς τῶν τεθνεώτων ἀνατοµῆς· οἷς ἐφεξῆς δύο περὶ τῆς ἐπὶ τῶν ζώντων. ἐν ἄλλοις δέ τισι κατὰ µέρος, ὅσα τοῖς εἰσαγοµένοις ἐποιησάµεθα, τὰ περὶ ὀστῶν, καὶ ἡ τῶν µυῶν ἀνατοµὴ, καὶ ἡ τῶν νεύρων, καὶ ἡ τῶν ἀρτηριῶν καὶ φλεβῶν, καί τινα τοιαῦτα ἕτερα. τῶν τοιούτων δ’ ἐστὶ, καὶ εἰ κατὰ φύσιν τὸ ἐν ἀρτηρίαις αἷµα. τὰ δὲ τὰς ἐνεργείας αὐτῶν ἀποδεικνύντα, δύο µέν εἰσι περὶ µυῶν κινήσεων, τρία δὲ περὶ θώρακος καὶ πνεύµονος κινήσεως, οἷς ἐφεξῆς ὑπὲρ τῶν τῆς ἀναπνοῆς αἰτίων, οἷς ἕπεται τὰ περὶ φωνῆς. ὑπὲρ ἡγεµονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγµατείας ἐδηλώσαµεν, ἣν περὶ τῶν ῾Ιπποκράτους καὶ Πλάτωνος δογµάτων ἐπιγράφοµεν. ἐκ τούτου τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρµατος ἰδίᾳ γεγραµµένα, καὶ προσέτι τῆς ῾Ιπποκράτους ἀνατοµῆς, οἷς ἅπασιν ἡ περὶ χρείας µορίων ἕπεται πραγµατεία. εἰς δὲ τὰς διαγνώσεις τῶν νοσηµάτων ἥ τε περὶ τῶν πεπονθότων τόπων καὶ ἡ περὶ σφυγµῶν πραγµατεία χρήσιµος ὑπάρχει, καθ’ ἣν καὶ τὰς προγνώσεις διδάσκοµεν. ἡγεῖται δὲ τῆς περὶ σφυγµῶν δύο βιβλία, τὸ περὶ χρείας ἀναπνοῆς, καὶ τὸ περὶ χρείας σφυγµῶν. αὕτη δὲ ἡ περὶ τῶν σφυγµῶν πραγµατεία