In Illud: Omnia mihi tradita sunt a Patre. Athanasius Saint Patriarch of Alexandria. Читать онлайн. Newlib. NEWLIB.NET

Автор: Athanasius Saint Patriarch of Alexandria
Издательство: Public Domain
Серия:
Жанр произведения: Зарубежная классика
Год издания: 0
isbn: http://www.gutenberg.org/ebooks/37641
Скачать книгу
Υἱῷ.» Ἀλλ᾽ ἐμφραττέσθω τὰ στόματα τῶν λαλούντων τὰ ἄδικα· οὐ γὰρ, ἐπειδὴ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· οὐδ᾽ ὅτι πάντα παραδεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς εἴρηται, αὐτὸς οὐκ ἔστιν ἐπὶ πάντων· χωριζόντων δὲ σαφῶς τὸν Μονογενῆ τοῦ Θεοῦ τὸν ἀχώριστον [20] τῇ φύσει, εἰ καὶ τοῖς λόγοις οὗτοι μεμηνότες χωρίζουσιν, οὐ νοοῦντες οἱ δυσσεβεῖς, ὡς οὐκ ἂν χωρισθείη ποτὲ τὸ φῶς τοῦ ἡλίου, ἀλλ᾽ ἔστιν ἐν αὐτῷ φυσικῶς. Ἀπὸ γὰρ τῶν ἐν χερσὶ καὶ [21] συνήθων εἰκόνι πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν.

      4. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰκουμένην καταλάμπον χωρὶς αὐτοῦ περιλάμπειν δυνατὸν νοηθῆναι παρὰ τοῖς ἐῤῥωμένοις τὸν νοῦν, ἐπειδὴ ἥνωται τῇ φύσει τοῦ ἡλίου τὸ ἐξ αὐτοῦ φῶς, καὶ ὡς εἰ λέγοι τὸ φῶς· Πάντα καταλάμπειν παρείληφα παρὰ τοῦ ἡλίου, καὶ πάντα αὔξειν καὶ ἐνισχύειν διὰ τῆς ἐν ἐμοὶ θερμότητος· οὐ χωρίζειν τις μεμηνὼς νοήσει τὴν τοῦ ἡλίου ὀνομασίαν τῆς ἐξ αὐτοῦ φύσεως, ἥ ἐστι τὸ φῶς· οὕτω νοεῖν εὐσεβὲς καὶ τὴν θείαν οὐσίαν τοῦ Λόγου ἡνωμένην φύσει τῷ ἑαυτοῦ Πατρί. Καὶ γὰρ τὸ ἐν χερσὶ ῥητὸν τὴν σαφήνειαν παρέξει τοῦ ζητουμένου σαφεστάτην, εἰπόντος τοῦ Σωτῆρος· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν, ὃ δηλοῖ αὐτὸν ἀεὶ εἶναι σὺν τῷ Πατρί· τὸ γὰρ, ὅσα ἔχει, τὴν δεσποτείαν κρατεῖν δείκνυσι τὸν Πατέρα· τὸ δὲ, ἐμά ἐστι, τὴν ἀχώριστον ἕνωσιν. Ἀνάγκη τοίνυν νοεῖν ἡμᾶς ὅτι ἔστιν ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ αἰώνιον, τὸ ἀθάνατον· ἔστι δὲ ἐν αὐτῷ οὐχ ὡς ἀλλότρια αὐτοῦ, ἀλλ᾽ ὡς ἐν πηγῇ ἐστιν ἐν αὐτῷ ἀναπαυόμενα καὶ ἐν τῷ Υἱῷ. Ὅταν τοίνυν περὶ Υἱοῦ νοεῖν ἐθέλῃς [22] μαθὼν τίνα ἐστὶ τὰ ἐν τῷ Πατρὶ, ταῦτα καὶ ἐν τῷ Υἱῷ εἶναι πίστευε. Εἰ μὲν οὖν κτίσμα ἐστὶν ὁ Πατὴρ ἢ ποίημα, ἔστι ταῦτα καὶ ἐν τῷ Υἱῷ· καὶ εἰ θεμιτὸν εἰπεῖν ἐπὶ τοῦ Πατρὸς, ἦν ποτε, ὅτε οὐκ ἦν, ἡ ἐξ οὐκ ὄντων· λεγέσθω τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ. Εἰ δὲ ἀσεβές ἐστι ταῦτα λέγειν ἐν τῷ Πατρὶ εἶναι, ἀσεβὲς ἔστω καὶ ἐν τῷ Υἱῷ ταῦτα νοεῖν. Τὰ γὰρ τοῦ Πατρὸς, ταῦτα τοῦ Υἱοῦ ἐστιν. Ὁ γὰρ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτὸν, καὶ ὁ δεχόμενος τὸν Υἱὸν, δέχεται σὺν αὐτῷ τὸν Πατέρα· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Ὡς οὖν οὐκ ἔστι κτίσμα ὁ Πατὴρ, οὕτως οὐδὲ ὁ Υἱός [23]· καὶ ὡς οὐκ ἔστιν εἰπεῖν ἐπ᾽ αὐτοῦ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἢ ἐξ οὐκ ὄντων· οὕτως οὐχ ἁρμόζει, οὐδ᾽ ἐπὶ τοῦ Υἱοῦ λέγειν τὸ αὐτό. Ἀλλὰ μᾶλλον ὡς ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ ἀθάνατον, τὸ ἀεὶ, τὸ μὴ κτίσμα· οὕτω καὶ περὶ Υἱοῦ φρονεῖν ἀκόλουθον. Κατὰ γὰρ τὸ γεγραμμένον, Καθὼς ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Δέδωκε δὲ εἴρηκεν,